Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.131 Joseph. AJ 13.135 (English) >>Joseph. AJ 13.140

13.133

δʼ ἀρχιερεὺς Ἰωνάθης ἐξελθεῖν βουλόμενος τοὺς ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων καὶ τοὺς Ἰουδαίων φυγάδας καὶ ἀσεβεῖς καὶ τοὺς ἐν ἁπάσῃ τῇ χώρᾳ φρουρούς, πέμψας πρὸς Δημήτριον δῶρα καὶ πρεσβευτὰς παρεκάλει τοὺς ἐν τοῖς ὀχυρώμασι τῆς Ἰουδαίας ἐκβαλεῖν. 13.134 δʼ οὐ ταῦτα μόνον αὐτῷ παρέξειν, ἀλλὰ καὶ μείζω τούτων ὑπισχνεῖται μετὰ τὸν ἐν χερσὶ πόλεμον· τούτῳ γὰρ νῦν εὐσχολεῖν. ἠξίου δʼ αὐτὸν καὶ συμμαχίαν πέμψαι δηλῶν ἀποστῆναι τὴν δύναμιν αὐτοῦ. καὶ Ἰωνάθης μὲν τρισχιλίους ἐπιλεξάμενος στρατιώτας ἔπεμψεν. 13.135

Ἀντιοχεῖς δὲ μισοῦντες τὸν Δημήτριον ὑπὲρ ὧν πεπόνθεισαν ὑπʼ αὐτοῦ κακῶς, ἀπεχθανόμενοι δʼ αὐτῷ καὶ διὰ τὸν πατέρα Δημήτριον πολλὰ εἰς αὐτοὺς ἐξαμαρτόντα, καιρὸν ἐπετήρουν λαβεῖν καθʼ ὃν ἐπιθοῖντο αὐτῷ. 13.136νοήσαντες δὲ συμμαχίαν παροῦσαν παρὰ Ἰωνάθου τῷ Δημητρίῳ καὶ συμφρονήσαντες, ὅτι πολλὴν ἀθροίσει δύναμιν, εἰ μὴ φθάσαντες προκαταλάβοιεν αὐτόν, ἁρπάσαντες τὰ ὅπλα καὶ περιστάντες τοῖς βασιλείοις αὐτοῦ τρόπῳ πολιορκίας καὶ τὰς ἐξόδους διαλαβόντες ἐζήτουν χειρώσασθαι τὸν βασιλέα. 13.137 δὲ τὸν δῆμον ὁρῶν τὸν τῶν Ἀντιοχέων ἐκπεπολεμωμένον πρὸς αὐτὸν καὶ ἐν ὅπλοις ὄντα, παραλαβὼν τοὺς μισθοφόρους καὶ τοὺς πεμφθέντας ὑπὸ Ἰωνάθου Ἰουδαίους συμβάλλει τοῖς Ἀντιοχεῦσιν καὶ βιασθεὶς ὑπʼ αὐτῶν, πολλαὶ γὰρ ἦσαν μυριάδες, ἡττᾶται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.131 Joseph. AJ 13.135 (English) >>Joseph. AJ 13.140

Powered by PhiloLogic